Ancient Greek
730.1
Aristaenetus, Epistulae 730.1
Unproofread scanNot analysed yet
ΣΟΛΩΝΟΣ ΕΠΙΣΤΟΛΑΙ. α. Περιάνδρω. Ἀπαγγέλλεις μοι πολλοὺς τοῖ ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδῶν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. ἐπιβουλεύσει δ’ ἂν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὁ δὲ σοῦ καταγνοὺς οὐκ ἐσθ’ ὅ τι οὐκ ὁρρωδῶντος. κἂν τῇ πόλει γάριν κατάθοιτο ἐξευρών, ἧν μὴ ὑποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῆς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἄλλοδαπὴν δύναμιν μειζονὰ ἔχεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἐτι τοι δεῖνός, μηδὲ σὺ ἐκποδῶν τινα ποιοῦ.