Ancient Greek
837.1
Aristaenetus, Epistulae 837.1
Unproofread scanNot analysed yet
δ. Ἀβρωνίχῳ. Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀοίκως καὶ ἀναξίως, ὦ Ἀβρωνίχε, καινὸν εἶναι μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ᾿ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ᾿ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχυον τὸν μεταμέλουν ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμετέρα πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἦδη οἱ λόγοι), τὰ νῦν δὲ (ὁρῶς γὰρ ὅσον ἐφ᾿ ἡμῶν τούτων ἐπιδίδωσι τοῦπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κατεψηφίσαντο, τὸ καινὸν γε τοῦτο ποιούντες, ἐκ τῆς φυγῆς φυγαδεύοντες. μὰ Δί᾿ ἀλλ᾿ οὐδὲ φεύγειν ἔωσιν, εἰ οἶδ᾿ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγῳ τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ᾿ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδοῦθαι σφίσι αὐτοῖς χολάζειν ἡμᾶς. αὐτοῦ γε τοῦτοῦ ἔνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἀργος ἄστιν ἀποποῦντες, ἐπονται δὲ αὐτοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ᾿ οὐχ Ἀθηναῖοι ἐλύπουν, ὦ Ἀβρωνίχε, ἐπόμενοι Λακεδαιμόνιοι, Ἀθηναῖοι δὲ με ἀνύσει Σπαρτιάταις ἐπόμενοι. καίτοι οὐχ Ἀθηναῖοις διαβόλουσι πεισόμενοι οὐ τῶν Λακεδαιμονίων ἔφοροι Πausανίαν ἐκόλαζον, ἀλλ᾿ οὐδὲ τοῖς φίλοις τοῖς Πausανίου καὶ συνευδόσις ἐκείνῳ τοῦργον ἔπαι, μόλις δ᾿ αὐτῷ τῷ Πausanίᾳ ὁμολογοῦντι. οἱ δ᾿ ὑμετέροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ᾿ εἰ πολέμιος εἴη, ἐπὶ τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ᾿ αὐτὸν οἴμαι τοῦτο, διότι ἤσiton ὁποῖοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ᾿ οὐχ Ἀθηναῖους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τοῦτὶ γράφω(εἰ γάρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαίνουσις αὐτοὺς μᾶλλον ἄπορος ἡ συγγχωρία ἢ τοῖς ψέγουσις ἀναγκαῖος ὁ ἐλεγχος), ἀλλὰ προσδοχασθαι τί μοι ἔδοξεν ἀνδρὶ ἐταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνήσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχοντας καὶ ψηφιομένους Ἀθῆναι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ᾿ ἡμᾶς ὁμοία δὲ ἐπ᾿ ἐμέ, ἐπειτὲρ ἀμφω τὸ στρατηγῆμα τῆς περιτειχίσσεως τοῦ ἄστεος παρ᾿ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπερεσθευτῇ ἡμῶν ἄτε ἀνδρὶ δικαίῳ καὶ δόξαντος τοῦτο τοῦνομα εἰς τοὺς Ἐλληνας φερομένῳ ἀρπαγὴν ἔοικε δι᾿αλυσιν εἶναι πρὸς Λακεδαιμονίους ἢ σὺν αὐτοῖς ἐφ᾿ ἡμᾶς δυορροοῦνη. ἀλλ᾿ ἐκείνος μὲν ἐρρώσθω ἐπίκοτος ὧν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὅσπερ ποτὲ ἔφη Κάλλαισχος ἐπ᾿ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκίθεν ἢ τῷ δήμῳ· σὺ δ᾿ οὖν, Ἀβρωνίχε, τὰ παρόντα εὖ τείεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηχίστου εὐλαβοῦ, καὶ δεδίθη Ἀθηναῖοις πολλοῦ ἄξιός εἶναι. εἰ δὲ καὶ πεφυκώς, ὅσπερ πέφυκας, ἀλλ᾿ ἀποκρύπτου τὰ πλεῖω καὶ ἀγάπα λανθάνων. ταῦτὶ μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν