Ancient Greek
846.2
Aristaenetus, Epistulae 846.2
Unproofread scanNot analysed yet
ἡβ'. Ἀριστείδη. Ἥραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἡραμεν, καὶ οὐδὲν δεινὸν ἐπαθόμεν ὑπ' αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάση, τοῖς δὲ **προσποιήση μὴ παρ' ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ τεχνικῶρῳ χρήσῃ πρὸς τὸ πλήθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ' ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοπροσύνη εἰς ἐμέ. ἀλλ' ὅταν ταῦτα ληρῆς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθι-νον, οἶσα, καὶ νεανίκως εὐμέγέθες. οὐχ ἂν ἐτι, ὡς ἐγώμαι, τὸν δῆμον ταράττοις οὐδ' ἄλλοις εὐεργέταις φθονοίης, εἰ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζο-νεῖαν δίκαιος ἀλλ' ἀληθινός, ἐκεῖνιν τὴν πέτραν εἰς τὴν ἐπάρσιν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβαλεῖ. ἐμὲ δὲ οὐκ ἀντεποιοῦν περισώζεται βασιλεὺς ὁ μέγας (ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειδόμενος, πα-θὼν δ' ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ἤδει με αὐτοῦ, τῆς δ' ἀρετῆς θαυμάζων καὶ τῆς τύχης ὤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοῦ περὶ ἑμοῦ ἐπι-πρεσβεύσθιε παρ' ἐκείνων, ὁποῖπερ αὐτοὶ ἠξιοῦτε, ἣν ἐκείνως βοηθούσῃ ἀδικοιυμένην, αὐτοὶ τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὁ δὲ ἄρα ὤκτειρεν εἰκῶς ἐκθελημένον. ἀλλ' οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἐτι οἱ φυγάδες ἡμεῖς. ὥστε πινιέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πινιέσθω δὲ πᾶς, ὅτω μὴ καθ' ἡδονὴν ἐστιν ὅτι δεξιώ-τερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἠλπίζεν.