Ancient Greek
883.4
Aristaenetus, Epistulae 883.4
Unproofread scanNot analysed yet
’Εκ τῆς αὐτῆς. ’Αλλ’ οὐδὲ ἐπὶ θανάτῳ προσήκει τοσοῦτον πένθος εὐρέσθαι ἐπισταμένην ὅτι ὁδοῦ ἀνθρωπίνης χρή νομίζειν ἀρχὴν μὲν γένεσιν, τέλος δὲ θάνατον. ἀπέθανε δέ, ὅπερ ἂν καὶ μὴ θέλων ἔπαθε· τὸ δὲ καλῶς ἐκόντος τε ἔργον καὶ ἡ χρή παιδευθέντος. μακαρίος οὖν δὴ Γρύλλος καὶ ὅστις οὐ τὸ μήκιστον ἐλόμενος τοῦ βίου, τὸ δὲ μετ’ ἀρετῆς, καὶ εἰ βραχύν οἱ ἔδωκεν αἰῶνα ὁ θεός.