Ancient Greek
886.3
Aristaenetus, Epistulae 886.3
Unproofread scanNot analysed yet
Ἀποδέχομαί σου τὴν φιλομάθειαν καθ' ὅσον τῆς ἀληθινῆς καὶ εἰς ὄνησιν τεινούσης, ἀλλ' οὐχὶ τῆς δημώδους καὶ εἰς διαστροφὴν ἡθῶν ἀντέχῃ παιδείας. ὁ δὲ φιλοσοφίας ὁρωρημένος, ἐκχλίων δὲ τὴν πολυθρύλητον ἡδονήν, ἢ τινων θηλύνει νέων ψυχάς, φανερός ἐστιν οὐ μόνον φύσει πρὸς εὐγένειαν κλίνων ἀλλὰ καὶ προαιρέσει. φύσις δὲ εὐγενὴς μετρίαν ἀσκησιν προσλαβοῦσα, ἔτι δὲ τὸν ἀφθόνως διδάσκοντα ῥαδίως ἕρχεται πρὸς τὴν τελείαν ἀνάληψιν τῆς ἀρετῆς. ἐγὼ δὲ συνέχομαι σώματι ἀσθενεῖ διὰ γῆρας· ἐτῶν γάρ εἰμὶ ὀγδοήκοντα. διόπερ οὐ δύναμαί σοι συμμιξαι. ἀποστέλλω δέ σοί τινας τῶν ἐμαυτοῦ συσχολαστῶν, οἱ τοῖς μὲν κατὰ ψυχὴν οὐχ ἀπολείπονται ἐμοῦ, τοῖς δὲ κατὰ σῶμα προτεροῦσιν. οἷς συνὼν οὐδενὸς καθυστερήσεις τῶν πρὸς τὴν τελείαν εὐδαιμονίαν ἀνηχόντων.