Ancient Greek
92.8
Aristaenetus, Epistulae 92.8
Unproofread scanNot analysed yet
καὶ ἡ μάμμη, καὶτῇ καὶ πάπα καὶ Μάτρωσι πάν- ΔΗΜΗΤΡΙΟΥ ΦΑΛΗΡΕΟΣ ΤΥΠΟΙ ΕΠΙΣΤΟΛΙΚΟΙ. Τῶν ἐπιστολικῶν τύπων, ὃ Ἡρακλειδῆ, ἔχοντων τὴν θεωρίαν τοῦ συνεισταναι μὲν ἀπὸ πλειόνων εἴδων, ἀναλαμβάνεσθαι δὲ ἀπὸ τῶν ἀεὶ πρὸς τὸ παρὸν δρμωζόντων, καὶ καθιζόντων μὲν ὡς τεχνικώτατα γράφεσθαι, γραφομένων δὲ ὡς ἐτυχεν ὑπὸ τῶν τὰς τοιαύτας τοὺς ἐπὶ πραγμάτων τεταγμένοις ὑπουργίας ἀναδεχομένων, θεωρῶν σε φιλοτίμως ἔχοντα πρὸς φιλομαθίαν, ἐπραγματευσάμην δή τινων σύστασιν ἰδεῶν καὶ πόσας καὶ ἂς ἔχουσι διαφορὰς, καὶ καθάπερ δείγμα τῆς ἐκάστου γένους τάξεως ὑποδείξαιμι, προσεχθείς μερικῶς τὸν περὶ ἑκάστου λόγον, ἄμα μὲν ὑπολαμβάνων καὶ σοὶ τοῦτο κεχρημένον ὑπάρχειν, εἰ τι τῶν ἄλλων περισσώτερον εἰδῆσεις, τὸ λαμπρὸν τοῦ βίου τιθέμενος οὐκ ἐν τοῖς βρώμασιν ἀλλ' ἐν ταῖς ἐπιστήμαις, ἄμα δὲ καὶ πέρα νομίζων τοῦ προσήκοντος ἐπαίνου μεθέξειν.