Ancient Greek
95.5
Aristaenetus, Epistulae 95.5
Unproofread scanNot analysed yet
α'. Ὁ μὲν οὖν φιλικός ἐστιν ὁ δοκῶν ὑπὸ φίλου γράφεσθαι πρὸς φίλον. γράφουσι δὲ οὐχ οἱ πάντες φίλοι· πολλάκις γὰρ οἱ ἐν ὑπεροχαῖς κείμενοι πρὸς ὑποδεεστέρους ὑπὸ τινων ἀξιῶνται φιλικὰ γράφει, καὶ πρὸς ἀλλήλους ἴσως στρατηγοὶ, διοικηταί, ἐστὶν ὅτε καὶ προσγράφουσι τοὺς ἀγνοοῦντας. οὐ γὰρ διὰ τὸ συγκεκράσθαι καὶ μὴ ἔχειν αἵρεσιν τοῦτο πράττουσιν, ἀλλ' οὐδένα νομίζοντες ἀντερεῖν αὐτοῖς φιλικὰ γράφουσιν. ὁ δὲ τύπος τῆς ἐπιστολῆς καλεῖται φιλικὸς διὰ πρὸς φίλον γραφόμενος. ἐστὶ δὲ τοιούτος·