Ancient Greek
96.8
Aristaenetus, Epistulae 96.8
Unproofread scanNot analysed yet
ε' Παραμυθητικὸς δὲ ἐστὶν ὁ γραφόμενος τοῖς ἐπὶ λύπας καθεστηκόσι δυσχεροῦς τινος γεγονότος. ἔχει δὲ οὕτως: Ἀκούσας τὰ δεῖνα τῆς ἀχαρίτου σου τύχης ἀπηγτημένα καθ' ὑπερβολὴν ἠλγησα, νομίσας οὐ σοὶ μᾶλλον ἢ ἐμοὶ συμβεβηκέναι τὸ γεγονός. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἅπαντα ἰδὼν τὰ πρὸς τὸν βίον ἐστώτα συνειράζων ἐννόησας δὲ ὅτι τὰ τοιαῦτα πᾶσιν ἐστὶν ὑποκείμενα, τῆς φύσεως οὔτε χρόνον οὔτε ἡλικίαν ὑφισταμένης, καθ' ἣν δεῖ τι πάσχειν, ἀλλ' ἀδήλως μετὰ σκαιότητος οὐκ ἀξίως πολλάκις ἀπαντώσης, ἐπεὶ μὴ παρὼν τετύχηκα παρακαλεῖν σε, δι' ἐπιστολῆς ἐκρίνα τοῦτο ποιῆσαι. φέρε γοῦν τὸ γεγονός ὡς δύνη κουφότατα, καὶ καθὼς ἄλλη παρήνεσας, σαυτῷ παραινέσον· ἐπίστασαι γὰρ ὅτι τὸ μέλλον χρόνῳ κουφιεῖν σε, τοῦτο ὁ λόγος εὐμαρέστερον ποιήσει.