Ancient Greek
97.7
Aristaenetus, Epistulae 97.7
Unproofread scanNot analysed yet
θ'. Ψεκτικὸς δὲ ἐστιν, ὅταν τρόπου κακίαν ἢ δυσχέρειαν πράξεως κατὰ τινὸς ἐξαγγέλλωμεν, οὕτως· Ὁ δεῖνα πῶς κέγρηται τοῖς ἐγχειρισμένοις ἀνελευθέρως καὶ τῆς προαιρέσεως ἀναξίως, κἂν ἐγὼ σιωπῶ, παρ' ἄλλων ἀκούση· γράφειν γὰρ προσήκει περὶ ὧν ἂν μὴ τινες ἐπιστῶνται, περὶ δὲ τῶν ἅπασι φανερῶν καὶ ὑπ' αὐτῆς τῆς φήμης ἀναγγελλομένων περισσὸν τι καὶ τὸ μηνύειν ἂ δι' αὐτῶν ἐλέγχεται σιωπωμένων.