Ancient Greek
98.2 to 98.9
Aristaenetus, Epistulae 98.2-9
Unproofread scanNot analysed yet
ιε'. Ὁ δὲ ἀξιωματικός ἐστιν ἐν δεήσει κείμενος καὶ ταῖς αἰτίαις καὶ ταῖς καλουμέναις λιτανείαις. κεῖται δὲ μετὰ παραίτησεως ἐνίοτε, οὕτως· Ἐπιτετίμηκα τῷ δεῖνι περὶ ὧν εἰς σὲ διαπέπραχται, καὶ πικρότερον ἢ προσῆκεν αὐτῷ διηνέχθην, καὶ σχεδὸν μᾶλλον ἀπέντων ἢ ἂν αὐτὸς ὑπὲρ σαυτοῦ διελέχθης. ἀλλ' ἐμοὶ τὴν ἀδικίαν ἀντίθες εἰς τὸ πάλιν συνάξαι. οἶδα δὲ σε καὶ χρήσιμον ὄντα καὶ τοῖς φίλοις χαριζόμενον. ὁλοσχερῶς οὖν ἀξιῶθητι κατὰ τὸ Ὀμηρικόν, δάμασον δὲ θυμὸν μέγαν, οὐδὲ τί σε χρή νηλεὲς ἥτορ ἔχειν· στρεπτοὶ δὲ τε καὶ θεοὶ αὐτοί. ιγ'. Ἐρωτηματικός δὲ ἐστιν, ὅταν περὶ τινων πυθάνόμενοι παρακαλῶμεν ἡμῖν ἀντιφῦνειν. Ἀκούω τὸν δεῖνα τὸν φιλόσοφον ἐπιδημηκέναι πρὸς σε. διασάφησον οὖν μοι πότερον πάρестιν ἢ κεχώρισται. ιδ'. Ἀποφαντικός δὲ ἐστιν, ὅταν πρὸς τὸν πυθανόμενον ὁτιδήποτουν ἀποφαινώμεθα. Ἐγραψάς μοι πυθανόμενος εἰ παρ' ἡμῖν ἐστιν ὃν ἐπεῖληφας. ἐπιδημήκην, ὡς ἀκούεις, καὶ πάρεστιν ἐπὶ καὶ σε προσδεχόμενος ἐπιμενεῖν φησίν. ιε'. Ἀλληγορικός δὲ ἐστιν, ὅταν πρὸς ὃν γράφωμεν αὐτὸν εἰδέναι βουλώμεθα μόνον καὶ ἑτέρου πράγματος εἰκόνα σημαίνωμεν. ΤΥΡΙ ΕΠΙΣΤΟΛΑΙ ιζ'. Κατηγορικὸς δέ ἐστιν ἐν καταιτιώσει τινῶν κειμένος παρὰ τὸ δεόν ἐνηργημένων.