Ancient Greek
99.6
Aristaenetus, Epistulae 99.6
Unproofread scanNot analysed yet
ιθ'. Συγχαριστικὸς δέ ἐστιν, ὅταν ἐπὶ μεγάλοις πράγμασι τῇ παραδόξοις γεγονόσι περὶ τινὰ συνήδομενοι γράφομεν. Οὐχ ὑπελίπηρα περὶ σὲ τὸν τοῦ πράγματος κύριον γεγονέναι τοσαύτην χαρᾶν, ὅσην οἶδα περὶ ἐμὲ πυθόμενον τὰ σοὶ συμβεβηκότα. πέποιθα δὲ ἐθελοῦσης τῆς τύχης σε μείζονα γενέσθαι· τὸ σὸν γὰρ ἦθος οὐδὲ παρὰ τοῖς μειζόσι τῶν ἀπαρχομένων δι' ἣν ἔχεις πρὸς μὲν τοὺς ἀνθρώπους ἀπάντησιν, πρὸς δὲ τοὺς θεοὺς εὐσέβειαν.