Ancient Greek · ~1 min
8 to 11
ARISTAGORAS MILESIUS, Fragmenta 8-11
Not analysed yet
Σημεῖα δὲ αὐτοῦ (Apidis tauri) καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας· οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι. Βραχυλόγος τε ἦν (sc. ὁ Χίλων)· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χειλώνειον καλεῖ. Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις.