Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 28
Not analysed yet
Ὁ δ ̓ Ἀριστείης γέγραφεν ἀνδρὸς εὐχαριστίαν. Πλέων φησὶ γὰρ ὁ ἀνὴρ ἄταφον εὗρε νέκυν, ὅνπερ τιμήσας ἔθαψεν· ὄναρ φανεὶς δ ̓ ὁ νέκυς λέγει, Μὴ πλεύσῃς, ἄνθρωπε· ναυτῶν δὲ μὴ πεισθέντων, μόνος ὁ Σιμωνίδης μὲν συμπλέων ἀπελείφθη· οἱ δὲ πάντες ἀπώλοντο τυχόντες ναυαγίας. Εὐχάριστον δ ̓ ἐπίγραμμα γράψας ὁ Σιμωνίδης τῇ στήλῃ παρενέγραψε νεκροῦ τοῦ σεσωκότος· «Οὕτος ὁ τοῦ Κείοιο Σιμωνίδεώ ἐστι σαωτήρ, ὃς καὶ τεθνηὼς ζῶντι παρέσχε χάριν.»