Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 30
Not analysed yet
Προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι, ἀκριβῶς τὴν Δωδώνην ἐπισταμένῳ, καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν β’· «Ἐν τῇ Δωδώνῃ στύλοι δύο παράλληλοι καὶ παρεγγὺς ἀλλήλων· καὶ ἐπὶ μὲν θατέρου χαλκεῖόν ἐστιν οὐ μέγα, τοῖς δὲ νῦν παραπλήσιον λέβησι, ἐπὶ δὲ θατέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. Ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας, ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν, αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέβαινε ψαύειν τοῦ χαλκείου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν, ἕως ἂν ὁ ἄνεμος διαμένῃ.»