Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 33
Not analysed yet
Τὰ τρία τῶν εἰς τὸν θάνατον. Μέμνηται ταύτης Ἀλέξανδρος (Ἄλεξις Suidas) ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησὶν ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμὸν, καὶ προείρητο αἠτῷ, εἰ λύσει πρὸ τῆς νενομισμένης ἡμέρας, ἔξει μίαν τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι ἢ τῆς χειρὸς ἢ τῆς γλώττης. Ἄλλοι δέ φασιν ὅτι τῷ καταγινωσκομένῳ θάνατον τρία προσεφέρετο, ξίφος, βρόχος, κώνειον.