Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 6
Not analysed yet
Ἀννίβα Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. Ὁ δὲ νενίκηκεν. Ἀκούσας δὲ ὁ [Καμπανὸς], φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. Ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος, καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν, ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν, ὡς δείξων θησαυρούς· ἐλθόντα δ ̓ ἐτύφλωσε καὶ ἐσταύρωσεν· ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.