Ancient Greek
1 to 4
ARISTIPPUS, Fragmenta 1-4
Not analysed yet
Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῳ Ἀρκαδικῶν. Τοῦτον δὲ ὁ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι σέβουσιν. Ἀρίστιππος δὲ ἐν τῷ α Ἀρκαδικῶν (codd. Ἐν τῷ Ἀρκαδικῷ) Διὸς καὶ νύμφης Οἰνηίδος (Πᾶνα εἶναι λέγει). Ἐκ τινος γυναικὸς ὁ Δευκαλίων ἐγένετο Προμηθεῖ, σεσιώπηται. Εστι δὲ καὶ ἕτερος Δευκαλίων, περὶ οὗ Ἑλλάνικος ἱστορεῖ· καὶ ἄλλος, ὁ Μίνωος,περὶ οὗ Φερεκύδης· καὶ τέταρτος, ὁ Ἄβαντος, οὗ μνημονεύει Ἀρίστιππος ἐν Ἀρκαδικοῖς. Μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμένων ὁ Θησεὺς, οὐχ ἅρματι δὲ, ἀλλὰ παγκρατίῳ· ἱστορεῖ Ἀρίστιππος (cod. Ἀρίσιππος).