Ancient Greek
106.3 to 107.1
ARISTOBULUS, aristobulus_fhg3 106.3-107.1
Unproofread scanNot analysed yet
13. Μνημονεύει δ’ ἔοικεν ἐπὶ ποσῶν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος, ὁ ἐπικοποιός, ἐν τοῖς ἐπιγράμμασι, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσι. λέγει δ’ οὕτως: Οὐκ ἐθέλω, Φιλόθερε, κατὰ πόλιν, ἀλλὰ παρ’ Ἥρη δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος. Ἀρχεῖ μοι λιλὴ μὲν ὑπὸ πλευροῖσι χαμεύνῃ· ἐγγύθι γὰρ προμάλου δέμνιον ἐνδάπτει καὶ λύγος, ἀρχαίων Καρῶν στέφος. Ἄλλὰ φερέσθω οἶνος καὶ Μουσῶν ἡ χαριεῖσσα λύρη, ὀμηχέες πίνοντες, ὅπως Διὸς εὐχλῆα νύμφην μελπόμεν, γήσου δεσπότιν ἡμετέρας. Ἐν τούτοις γὰρ ἀμφιβολὸς εἰρηκὼς ὁ Νικαίνετος, πότερον στρομνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρχεῖται τῇ λύγῳ, τῷ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαίων στέρεος πρόδηλον καθίστησι τὸ ζητούμενον. Συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὧν ἄν τις εἴκασεις, τῇ νῷ συνηνθεστέραν ὑπάρχειν. Ὁ γοῦν Ἀνακρέων φησί·