Ancient Greek
121.3
ARISTOBULUS, aristobulus_fhg3 121.3
Unproofread scanNot analysed yet
[ΑΡΓΟΛΙΚΑ.] χρόνον. Ἔγραψε μὲν γὰρ ὑπὸ πάντων τῶν περὶ τὸν Μέλανθον ἄρματι νικηφόρῳ παρεστώς ὁ Ἀρίστρατος, Ἀπελλῷ συνεφαμμένῳ τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς ἱστόρηκεν. Ἦν δὲ τὸ ἔργον ἀξιούδετον, ὥστε γνᾶπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὐθὶς τε μίσει τῷ πρὸς τοὺς τυράννους ἐξαγόμενον κελεύειν καθαρεῖν. Τὸν οὖν ζωγράφον Νεάλην φίλον ὄντα τοῦ Ἄρατου παραιτεῖσθαι φασὶ καὶ δακρύειν, ὡς δ’ οὐκ ἐπείθεν, εἰπεῖν, ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων. «Ἔασωμεν οὖν τὸ ἄρμα καὶ τὴν Νίκην, αὐτὸν δὲ σοι παρέξω τὸν Ἀρίστρατον ἐγὼ παραχωροῦντα τοῦ πίνακος. »Ἐπιτρέψαντος οὖν τοῦ Ἄράτου διήλειψεν ὁ Νεάλης τὸν Ἀρίστρατον, εἰς δὲ τὴν γῶραν φοινικα μόνον ἐνέγραψεν, ἄλλο δὲ οὐδὲν ἐτόλμησε παραβαλεῖν. Τοὺς δὲ πόδας ἐξαλειφομένους τοῦ Ἀριστρατοῦ διαλαθεῖν ὑπὸ τὸ ἄρμα λέγουσιν.