Ancient Greek
139.5
ARISTOBULUS, aristobulus_fhg3 139.5
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΑΔΟΞΩΝ ΟΝΟΜΑΤΩΝ ΕΠΙΣΤΟΛΗ. πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερὸν. Πολέμων γοῦν —ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ' Ἀθηναῖος ὀνομαζόμενος γράφει, ὡς ὁ Μουσαῖτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ' ἄλλων πόλεων· ἐπεκαλεῖτο δὲ καὶ Στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατῖνιος εἴρηκε —γράφας περὶ παρασίτων φησὶν οὕτως: «Τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἀδοξὸν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὐρίσκομεν τὸν παράσιτον ἱερὸν τι χρῆμα καὶ τῷ συνδύνῳ παρόμοιον. Ἐν Κυνωσαργεὶ μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τις ἐστιν, ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεύς δὲ Στέφανος Θουκυδίδου· λέγεται δ' ἐν αὐτῷ περὶ τῆς προσηγρίας οὕτως: «Τὰ δὲ ἐπιμήνια θύετω ὁ ἱερεὺς μετὰ τῶν παρασίτων. Οἱ δὲ παράσιμοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια. Ὁς δ' ἂν μὴ θέλῃ παρασιτεῖν, εἰσαχέτω καὶ περὶ τοῦτων εἰς τὸ δικαστήριον. »Ἐν δὲ τοῖς κύρθεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται: «Καὶ τὸ κήρυκε ἐκ τοῦ γένους τῶν χρηρῶν τοῦ τῆς μυστηριωτίδος. Τοῦτως δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιτυπῶν. »Ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασι ἐπιγράφεται τάδε: «Ἀρχοντες καὶ παράσιμοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἀρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ ἐπὶ Διφίλης ἱερείας. **Παράσιμοι Ἐπίλυκος Στραττίου Γαργήτιος, Περιχλῆς Περιχλείτου Πιθεύς, Χαρῖνος Δημοχάρους Γαργήτιος. »Κἂν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται: «Θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρρέων παρασίτους. »