Ancient Greek
149.4
ARISTOBULUS, aristobulus_fhg3 149.4
Unproofread scanNot analysed yet
Zenobius IV, 21 :Ἡλιθιώτερος Πραξιίλλης Ἀδωνίδος. Πραξιίλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὡς φησι Πολέμων. Αὐτὴ ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκει; ἀποκρίνασθαι· ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν παρήχθη ὁ λόγος· ἡλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους. Cf. Diogenian. V, 12; Apostol. IX, 81; Suidas v. Ἡλιθιάζω; Tatian. Or. ad Gr. §52. Ipsos versus Praxillæ v. ap. Bergk. Corp. lyric. p. 818.