Ancient Greek
177.3
ARISTOBULUS, aristobulus_fhg3 177.3
Unproofread scanNot analysed yet
[ΡΟΔΙΑΚΑ.] ΕΝΤΟΠΙΟΣ ΙΣΤΟΡΙΑ [ΕΝΙΑΥΣΙΑΙΑ]. ἐξ τούτους νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότερον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν. Εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὀχίμον, Κέρκαφον, Μάχαρκα, Ἄκτιν, Τενάγην, Τριόπαν, Κάνδαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτροῦνην, ἣν ἐπὶ παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωϊκῶν. Ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάσι εἰπεῖν τὸν Ἥλιον, οἷτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρ’ ἑαυτοῖς ἔξουσι τὴν θεόν· τὸ δ’ αὐτὸ διασαφῆσαι λέγεται τοῖς τὴν Ἀττικὴν κατοικοῦσι. Διὸ καὶ φασὶ τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ [καὶ] ἐπιθεῖναι [τῇ] τὰ θύματα, τὸν δὲ τότε βασιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θύσαι ὑστερον. Διόπερ φασὶ διαμένειν μέχρι τοῦ νῦν τὸ κατὰ τὴν θυσίαν ἔθιον ἐν τῇ Ῥόδῳ καὶ τὴν θεὸν ἐν αὐτῇ καθιῆσθαι. Περὶ μὲν οὖν τῶν ἀρχαιολογουμένων παρὰ Ῥοδίοις οὕτω τινὲς μυθολογοῦσιν· ἐν οἷς ἐστι καὶ Ζήνων ὁ δὰ περὶ ταύτης συνταξάμενος.