Ancient Greek
204.4
ARISTOBULUS, aristobulus_fhg3 204.4
Unproofread scanNot analysed yet
Athenæus XI, p. 489, A :Διονύσιος δὲ ὁ Θρὰξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευῶσαι τῶν μαθητῶν αὐτῶ συνενεγκάντων τἀργύριον. Ὅπερ Προμαθίδας ὁ Ἡρακλειώτης, ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξιν, φησὶ σκύφον εἶναι, παρακειμένους ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρωροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστέρας· ὡςπερεὶ δὲ τινὰ βοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας. Ὁποῖον τι καὶ νῦν ἐστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακειμένον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὀμηρικὰ ἔπη. Ἐγὼ δὲ (φησιν ὁ Μυρλεανὸς) τάδε λέγω περὶ τοῦ ποτηρίου κτλ.