Ancient Greek
22.1
ARISTOBULUS, aristobulus_fhg3 22.1
Unproofread scanNot analysed yet
Diogenes L. VII, 177 :Τούτου (τοῦ Κλεάνθου), καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἰκανὴν περιποιήσάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῆλθε πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. Λόγῳ δὲ ποτε γενομένῳ περὶ τῆν δόξασιν τῶν σοφῶν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγχει αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεδόξεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. Πρὸς δὲ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλ’ ὅτι εὐλογὸν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. Πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὐ φησι βασιλέα εἶναι, «τοιούτων δ’ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι. »De Sphæro tanquam Zenonis et Cleanthis discipulo cf. Diogen. VII, 37. Historiam de Sphæro et Ptolemæo Philopatore Athenæus quoque (VIII, p. 354, E) narrat. Antequam Alexandriam se conferret Sphærus, diutius Lacedæmone versatus est,