Ancient Greek
23.2
ARISTOBULUS, aristobulus_fhg3 23.2
Unproofread scanNot analysed yet
Polybius I, 3, 1 :Ἄρξει δὲ τῆς πραγματείας ἡμῖν, τῶν μὲν χρόνων Ὀλυμπιάς ἑκατοστή τε καὶ τετταρακοστή· τῶν δὲ πράξεων, παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσ-αγορευθεὶς Συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνυχε μετ’ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημοτρίου μὲν υἱός, πατὴρ δὲ Περσέως· παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν, ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτο-λεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους· ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ τὴν Λιβύην τόποις, ὁ συστάς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγο-ρεύουσι Ἀννιβαϊκόν. Ταῦτα δ’ ἐστὶ συνεχῆ τοῖς τελευταίοις τῆς Ἀράτου τοῦ Σικυωνίου συντάξεως.