Ancient Greek
301.22
ARISTOBULUS, aristobulus_fhg3 301.22
Unproofread scanNot analysed yet
αὐτοῦ τοῦ Ἀπολλωνίου γνώριμος, Περὶ ἱστοριῶν τοῦ Ἀπολλωνίου, Περὶ Δημητρίου τοῦ Φαληρέως Αἰγυπτιακὰ θεολογούμενα προσιεμένη. Ἠλθὼν οὖν ὁ Ῥήσος εἰς τόνδε τὸν χῶρον βία μὲν αὐτὴν οὐκ ἤγεν, ἐφη δὲ θέλειν αὐτῇ συγχωνγεῖν· καὶ αὐτὸν γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἐχθαιρεῖν. Ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατήνεσε, πειθομένη αὐτὸν ἀληθῆ λέγειν. Χρόνῳ δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου. Καὶ τὸ μὲν πρῶτον ἠσυχάζει αἰδοὺ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λόγους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθελὼν αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα. Ὑστερον δὲ πολέμου γενομένου τοῖς Τρωσὶ μετέφεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἰτε καὶ δι' ἔρωτα, ὅς πολὺς ὑπὴν αὐτῇ, εἰτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν αὐτὸν οὐκ εἶα. Ῥήσος δὲ μαλκαιζόμενος ἐπὶ μονῇ οὐκ ἠγάρετο, ἀλλὰ ἤλθεν εἰς Τροίαν, καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ' ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει. Ἡ δὲ ὡς ἤσθετο τεθνηκὸς αὐτοῦ, αὐτὴς ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐδύα τοῦνομα τοῦ Ῥήσου· τέλος δὲ καὶ ποταμῷ προσιεμένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλαγῆ.