Ancient Greek
336.6
ARISTOBULUS, aristobulus_fhg3 336.6
Unproofread scanNot analysed yet
6. [Περὶ ποιητῶν.] 7. Περὶ Ἔφόρου κλοπῆς βιβλία βʹ. ΑΙΓΥΠΤΙΑΚΑ. λύχνους καύσοντας φυλάττειν ἑαυτούς, τὴν τ᾿ ἐπιούσαν νύκτα νηστεύσοντας ἱλάσκεσθαι τοὺς θεούς, περὶ τοῦ σώσαι αὐτούς. Τῇ δ᾿ ἐπιούσῃ ἡμέρᾳ Μωϋσῆν τινα συμβουλεύσαι αὐτοῖς παραβαλλομένους μίαν ὁδὸν τέμνειν, ἄχρις ἂν ἐλθῶσιν εἰς τόπους οἰκουμένους, παρακελεύ-σασθαι τε αὐτοῖς μήτε ἀνθρώπων τινὶ εὐνοῆσαι μήτε ἄριστα συμβουλεύειν, ἀλλὰ τὰ χειρόνα, θεῶν τε ναοὺς καὶ βωμοὺς, οὓς ἂν περιτύχωσιν, ἀνατρέπειν. Συναι-νεσάντων δὲ τῶν ἄλλων, τὰ δοχθέντα ποιῶντας διὰ τῆς ἐρήμου πορεύεσθαι, ἰκανῶς δὲ ὀχληθέντας ἐλθεῖν εἰς τὴν οἰκουμένην χώραν, καὶ τοὺς τε ἀνθρώπους ὑβρίζοντας καὶ τὰ ἱερὰ συλῶντας καὶ ἐμπρήσοντας ἐλθεῖν εἰς τὴν νῦν Ἰουδαίαν προσαγορευομένην, κτίσασιν δὲ πόλιν ἐνταῦθα κατοικεῖν. Τὸ δὲ ἄστυ τοῦτο Ἰερσόλα ἀπὸ τῆς ἐκείνων διαθέσεως ὀνομάσθαι· ὕστερον δ᾿ αὐτοὺς ἐπιχρατήσοντας χρόνῳ διαλλάξαι τὴν ὀνομασίαν πρὸς τὸ μὴ σνειδιίζεσθαι, καὶ τὴν τε πόλιν Ἰεροσόλυμα, καὶ αὐτοὺς Ἰεροσόλυμους προσαγορεύεσθαι.