Ancient Greek
344.2
ARISTOBULUS, aristobulus_fhg3 344.2
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΕΦΟΡΟΥ ΚΛΟΠΗΣ. Strabo XIII, p. 627 :Ἄνδρες δ’ ἀξιόλογοι (Σαρδίοις οἱουνδὶ) γεγονάσι τοῦ αὐτοῦ γένους, Διόδωροι δύο οἱ ῥήτορες, ὧν ὁ πρεσβύτερος ἐκαλεῖτο Ζωνάς, ἀνὴρ πολλοὺς ἀγῶνας ἠγωνισμένος ὑπὲρ τῆς Ἀσίας· κατὰ δὲ τὴν Μιθριδάτου τοῦ βασιλέως ἔφοδον αἰτίαν ἐσχηκώς, ὡς ἀρισταὶ παρ’ αὐτοῦ τὰς πόλεις, ἀπελύσατο τὰς διαβολὰς ἀπολογήσας· τοῦ δὲ νεωτέρου φίλου ἡμῖν γενομένου καὶ ἱστορικὰ συγγράμματα ἔστι, καὶ μέλη, καὶ ἄλλα ποιήματα, τὴν ἀρχαίαν γραφὴν ἐμφαίνοντα ἰκανῶς.