Ancient Greek
532.1
ARISTOBULUS, aristobulus_fhg3 532.1
Unproofread scanNot analysed yet
νήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης. (7) Οὐ ταῦτα δὲ μόνον αὐτῷ τὴν ἀρχὴν ἐπεκράτουν, ἀλλὰ καὶ εὐπραγία καὶ εὐνοία τῶν ὑπηκῶν, καὶ πολλῶν δὴ οὐχ ἑκράτει πρότερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν Ἀσίαν κατέχοντι λαμπρὸς συμμάχησεν, ὥστε τὴν Κύπρον ἐπολιορκεῖ, τὸν ἀδελφιδὸν Πτολεμαῖον (στρατηγὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἐλλησπόντον) φιλοτιμίας ἀμοιβὴν εὗρατο παρ᾿ Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυγατρὶ ἧ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγεννημένη γάμων. Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθόν, καὶ τὸν τύραννον ἀπαξιώσας, τὸ βασιλέως ἀντελάβετο ὄνομα. (8) Φόβων δὲ καὶ φροντίδων ἐλευθερώσας, καὶ ταῖς καθημεριναῖς τρυφαῖς ἐνδιατθεὶς, ἐξωγκώθη τε τὸ σῶμα καὶ τοῦ κατὰ φύσιν πολλὸ πλεῖον ἐλιπανάθη. Ὅγ᾿ οὐ μόνον περὶ τὴν ἀρχὴν ῥαθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν ἀρπυννόαι, βελόνασι μακραῖς τὸ σῶμα διαπεραίνεμος (τοῦτο γὰρ ἄκος μόνον τοῦ χάρου καὶ τῆς ἀναστάσεως ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον κατακορῆς ἐξ-ανίστατο. (9) Τεκνωσάμενος δὲ γ᾿ παῖδας ἐκ τῆς Ἀμαστρίδος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμωνύμον τῇ μητρί, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέσποιναν καταλιμπάνει καὶ τῶν παίδων κομιτὴ νηπίων ὄντων σύν τισιν ἑτέροις ἐπίτροπον, βιὸς μὲν ἐτ᾿ ἦν ε᾿ καὶ ν᾿, ὧν ἐπὶ ἀρχῆς λ᾿ ἐγνώριζτο, πραότατος ἐν αὐτῇ, ὡς εἴρηται, γεγονὼς καὶ τὸ Χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἤθων ἐνε-χόμενος, καὶ πολλὸν πόθον τοῖς ὑπὸ χείρα καὶ πένθος λιπών. (10) Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ ἀνθρώπων ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίαν ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκεῖνο δὲ πρὸς ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν τῶν περὶ Ἠράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς καὶ Ἀμαστρίν ποιεῖται γυναῖκα, καὶ κατ᾿ ἀρχὰς μὲν λίαν ἐστέρεξε, πραγμάτων δὲ αὐτῷ προσπεσόντων, αὐτὴν μὲν ἐν Ἠρακλείᾳ λείπει, αὐτὸς δ᾿ εἶχετο τῶν ἐπειγόντων. Εἰς Σάρδεις δὲ μετ᾿ οὐ πολλὸν χρόνον, τῶν πολλῶν πόνων βαίσας, μετεπέμψατο ταύτην, καὶ ἐστερ-γεν ὁμοίως. Ὕστερον δὲ πρὸς τὴν θυγατέρα Πτολε-μαίου τοῦ Φιλαδέλφου (Ἀρσινόη δὲ ἦν τὸ ὄνομα) τὸν ἔρωτα μεταθεὶς, διαζυγήσαι τὴν Ἀμαστρίν αὐτῷ πα-ρέσχεν αἰτίαν, καὶ καταλιποῦσαν τοῦτον καταλαβεῖν τὴν Ἠράκλειαν. Ἐγείρει δὲ αὐτὴ παραγενομένη καὶ συνοικίζει πόλιν Ἀμαστρίν.