Ancient Greek
538.6
ARISTOBULUS, aristobulus_fhg3 538.6
Unproofread scanNot analysed yet
δὲ Πισινούντα. δέχεται Βὰς ὁ υἱὸς, ὃς καὶ Κάλαν τὸν Ἀλεξάνδρου στρατηγὸν, χαίτοι γε λίαν παρεσκευασμένον πρὸς τὴν μάχην, κατηγωνίατο, καὶ τῆς Βιθυνίας παρεσκεύασε τοὺς Μακεδόνας ἀποσχέσθαι. Τοῦτοῦ βίος μὲν ἐγενόνη ἐτῶν α' καὶ ο', ὧν ἐδασίλευσε ν'. (3) Οὗ παὶς τῆς ἀρχῆς διάδοχος, Ζιποῖτης, λαμπρὸς ἐν πολέμοις γεγονὼς, καὶ τοὺς Λυσίμαχου στρατηγοὺς τὸν μὲν ἀνελὼν, τὸν δὲ ἐπὶ μῆκιστον τῆς οἰκείας ἀπελάσας ἀρχῆς, ἀλλὰ καὶ αὐτοῦ Λυσίμαχου, εἶτα καὶ Ἀντιόχου τοῦ παιδὸς Σελεύκου ἐπικρατέστερος γεγονὼς, τοῦ τε τῆς Ἀσίας βασιλεύοντος καὶ τοῦ Μακεδόνων, κτίζει πόλιν ὑπὸ τῷ Λυπερῷ ὄρει, τῇ αὐτοῦ κλήσει ἐπώνυμον. Οὗτος βίους μὲν ἐτὴ ἐξ καὶ ἐξδομήκοντα, κρατήσας δὲ τῆς ἀρχῆς ὀκτὼ καὶ τεσσαράκοντα, καταλείπει παῖδας τέσσαρας. Γοῦν δὲ ὁ πρεσβύτερος τῶν παιδῶν Νικομήδης διάδογεται, τοῖς ἀδελφοῖς οὐχ ἀδελφὸς ἀλλὰ δήμιος γεγονὼς. Ἐκρατύνατο μέντοι καὶ οὗτος τὴν Βιθυνιῶν ἀρχήν, μάλιστα γε τοὺς Γαλάτας ἐπὶ τὴν Ἀσίαν διαπεραιωθῆναι συναράμενος· καὶ πόλιν, ὡς προείρηται, τὴν αὐτοῦ προσαγορίαν ἀνέστησε φέρουσαν.