Ancient Greek
541.1
ARISTOBULUS, aristobulus_fhg3 541.1
Unproofread scanNot analysed yet
γῶντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλλαξαν· (4) ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἁννίβαν Ῥωμαῖοι ἐπράχθη, καὶ ὅσα πρὸς Ἱβηρας ἄλλοι τε καὶ Σκιπίων κατωρθώθη, καὶ ὡς παρὰ τῶν Ἱβηρῶν βασιλεὺς ψήφισεις οὐκ ἐδέξατο· ὅπως δὲ καταπολεμηθεὶς ἔφυγεν Ἁννίβας· καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμενος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥωμαίοις γεγενημένας νεόττη κιτῶν κατεπολεμήθη, Παύλου τὸ κατ’ αὐτὸν ἀναστῆσαντος τρόπαιον· ὅπως τε (πρὸς) Ἀντίοχον τὸν Συρίας καὶ Κομμαγηνῆς καὶ Ἰουδαίας βασιλέα δυσὶ μάχαις νικήσαντες τῆς Εὐρώπης ἐξέβαλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦδε διέισιν ὁ συγγραφεύς.