Ancient Greek
552.1
ARISTOBULUS, aristobulus_fhg3 552.1
Unproofread scanNot analysed yet
λόγους παραίνων τοὺς ἐν αὐτῇ Ῥωμαίους προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν μεθίστη τὴν πολιορκίαν. Καὶ ῥάθυμως καταγωνιζέσθαι ταύτης προσεποιεῖτο, ὡς ἂν καὶ τοὺς πολεμίους εἰς ὁμοῖον ῥαθυμίαν ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου μεταβολῆς κατορθώσῃ τὸ μελετώμενον. (3) Ὁ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ χλιμάκας ἀρπάσαι κελεύσας τοὺς στρατιώτας, τῶν φυλάκων οὐδὲν τοιούτων προσδοκηχότων ἀλλ’ ἐν ὀλιγωρίᾳ διακειμένων, διὰ τῶν χλιμάκων τὸ τεῖχος ὑπερβαίνειν τοὺς στρατιώτας ἐπέτρεψε, καὶ οὕτως ἤλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. Μετ’ ὀλίγον δὲ καὶ Ἀμισὸς ἔπεσεν, διὰ τῶν χλιμάκων καὶ αὕτη ὁμοίως τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι. Καὶ κατ’ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὀλεθρον Λεύκολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀπεκατέστησε, καὶ οἰκειοτέρον ἐχρήτο.