Ancient Greek
560.2
ARISTOBULUS, aristobulus_fhg3 560.2
Unproofread scanNot analysed yet
5. Ἔστι δὴ ἡ συγγραφὴ νουνεχὴς μὲν καὶ τὸν ἰσχνὸν μεταδιώκουσα χαρακτήρα, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀμελοῦσα, εὐλαβομένη δὲ καὶ τὰς ἐκβολάς, πλὴν εἰ μήπου τις ἀνάγκη συνυφαίνειν καὶ τὰ ἐξωθεν ἐγκλεύεται τῆς προθέσεως. Οὐδὲ πρὸς ταύτην δὲ ἐπὶ τὸ συχνὸν ἀποκλίνει, ἀλλὰ τὸ κατεπεῖγον ἐπιμνησθεῖσα ἕξεταί πάλιν εὐπεριστρόφως τῆς προτεθείσης αὐτῇ κατ’ ἀρχὰς γνώμης. 6 Καὶ λέξεσι δέ, εἰ μὴ πού σπανίως ἐξαλλαττούσαις, ταῖς συνήθει χράται. Τὰς δὲ πρώτας τῆς ἱστορίας καὶ τὰς μετὰ τὴν ἕκτην καὶ δεκάτην οὐπω εἰπεῖν εἰς θέαν ἡμῶν ἀριγμένας ἔχομεν.