Ancient Greek
566.7
ARISTOBULUS, aristobulus_fhg3 566.7
Unproofread scanNot analysed yet
7 Καὶ αὐθὶς μεθ’ ἕτερα ἐπιλέγει· «Προδιαρθρῶσι δὲ ἀναγκαίων πρὸς τὴν αὐθὶς σαφήνειαν, καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαιτάτοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικες καὶ Αἰγύπτιοι, παρ’ ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας, ἢ καὶ κατὰ τι εὐποιήσαντας τὰ ἔθνη· εὐεργέτας τε τούτους, καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγοῦμενοι τὸν θεοὺς προσευχόνων, καὶ εἰς τὸ γένος μεταστάτας ναοὺς κατασκευασάμενοι στήλας τε καὶ ῥάβδους ἀφίερουν ἐξ ὀνόματος αὐτῶν, καὶ ταῦτα μεγάλως σεβόμενοι, καὶ ἑορτὰς ἔνενον αὐτοῖς τὰς μεγίστας Φοίνικες. (8) Ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σεστέρων βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καὶ τισὶ τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας ἐπέθεσαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὡστ’ αὐτοῖς τοὺς μὲν θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι. »