Ancient Greek
574.3
ARISTOBULUS, aristobulus_fhg3 574.3
Unproofread scanNot analysed yet
δαίμονα καλοῦσιν. Ὁμοίως καὶ Αἰγύπτιοι Κνῆἐπονυμάζουσι· προστιθέασιν δὲ αὐτῷ ἱέρακος κεφαλήν διὰ τὸ πρακτικὸν τοῦ ἱέρακος. Καὶ φησιν ὁ Ἐπῆεις [δ πῆεις cod. A. H.] ἀλληγορῶν (ὁ ὀνομασθεὶς παρ’ αὐτοῖς μέγιστος ἱεραφάντης καὶ ἱερογραμματεὺς ὡν μετέφρασεν [εἰς Ἑλλάδα φωνήν, haec plurimi codd. om.] Ἀρεῖος Ἡρακλεοπολίτης) κατὰ λέξιν οὕτως· «Τὸ πρῶτον ὧν θειότατον ὅτις ἐστὶν ἱέραχος ἔχων μορφὴν ἄγαν ἐπίχαρις· ὅς εἰ ἀναβλέψειε, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρωτογόνῳ χώρᾳ αὐτοῦ· εἰ δὲ καμμύσειε, σκότος ἐγίνετο. Ἐμφασιν δίδως ὁ Ἐπῆεις, ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι διηύγασε· φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάζαι. »Παρὰ Φοινίκων δὲ καὶ Φερεκύδη λαβόν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ’ αὐτῷ λεγομένου Ὀφίονος Θεοῦ καὶ τῶν Ὀφιονιδῶν, περὶ ὧν αὐθὶς λέξομεν. Ἔτι μὴν οἱ Αἰγύπτιοι τῆς αὐτῆς ἐννοίας τὸν κόσμον γράφοντες, περιφερῆ κύκλον ἀεριοειδὴ καὶ πυρωπὸν χαράσσουσι, καὶ μέσῳ τεταμένῳ ὅρῳ ἱερακόμορφον (οἷονεὶ συνεκτιχὸν ἀγαθὸν δαίμονα) addit Joh. Lyd. De mens. III, 50, ubi eadem ),καὶ ἐστι τὸ πᾶν σχῆμα, ὡς τὸ παρ’ ἡμῖν Θῆτα· τὸν μὲν κύκλον κόσμον μηνύοντες, τὸν δὲ μέσον ὅρῳ συνεκτιχὸν τοῦτοῦ ἀγαθὸν δαίμονα σημαίνοντες. Καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ Ἱερᾷ συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν· «Ὁ δὲ θεὸς ἐστι κεφαλήν ἔχων ἱέραχος. Οὕτως