Ancient Greek
58.1
ARISTOBULUS, aristobulus_fhg3 58.1
Unproofread scanNot analysed yet
κόσμος τῆς νεώς. Ζῶα μὲν ,ὅρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν κατὰ πρύμναν τε καὶ πρῶραν, καὶ πᾶς τόπος αὐτῆς χρυγραφία κατεπεποίχλιο, τὸ δ' ἐγκυπὸν ἅπαν μέχρι τῆς τρόπης κισσίνῃ φυλλάδι καὶ θύρσους εἶχε περίξ. Πολλὸς δ' ἦν καὶ ὁ τῶν ὄπλων κόσμος. Ἀνεπιτήδευτον δὲ τὰ προσδεόμενα τῆς νεώς μέρη. Γενομένης δὲ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους· εἰς δὲ τὸ καταστρώμα ἐπιβάτας τρισχιλίους, ἀποδόντας ἕκαστον καὶ πεντήκοντα· καὶ χωρὶς ὑπὸ τὰ ζῦγια πλήθος ἀνθρώπων ἕτερον, ἐπιστισμούς τε οὐκ ὀλίγον. Καθεῖλκύσθη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ ἐσχαρίου τινός, ὃ φασὶ παγῆναι πεντήκοντα πλοίων πεντηκίδων ὕλίζα, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. Ὑστερον δὲ τῶν ἀπὸ Φοινίκης τὸς ἐπενόησε τὴν καθολχὴν, τάφρον ὑποστησάμενος, ἰσὴν τῇ νηὶ κατὰ μῆκος, ἣν πλήσων τοῦ λιμένος ὕδατος. Ταύτῃ δὲ τοὺς θεμελίους κατωχοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχῆς, τετράπηχυν εἰς βάθος τόπον ἀπολιποῦσας. Καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν βαδίως ἀπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν. ***τὸ ἀνοιχθὲν κατ' ἀρχὰς ἐμφράζοντας μετεξαναλῆσαι πάλιν τὴν θάλασσαν ὀργάνοις· τοῦτο δὲ γενομένου ἐδραστήναι τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων. «Κατεσκεύασε δ' ὁ Φιλοπάτωρ καὶ ποταμίων πλοίων, τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμισταδίου,