Ancient Greek
61.1
ARISTOBULUS, aristobulus_fhg3 61.1
Unproofread scanNot analysed yet
26. «Διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων ζῷα μαρμάρια τῶν πρώτων τεχνιτῶν ἑκατόν. Ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλὰξ δ’ ἐπίλεκτοι εἰκασίαι παντοῖαι, καὶ χιτῶνες χρυσούρεις, ἐφασπίδες τε κάλλιστοι, τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἱ δὲ μυθικὰς διαθέσεις. Ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλὰξ, ἀργυροὶ τε καὶ χρυσοί. Ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις, οὖσαι ὀκταπήγεις, ἄντρα κατασκευἀστο, κατὰ μὲν τὸ μήκος τῆς σκηνῆς ἐξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντὶ ἀλλήλων ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σατυρικῶν ζῶν (προσώπων Preller ),ἀληθινὸν ἔχοντων ἰματισμὸν, οἷς παρέκειτο καὶ ποτήρια χρυσά. Κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφοντο, ἐν αἷς ἔκειντο Δελφικοὶ χρυσοὶ τρίποδες, ὑποστήματ’ ἔχοντες. Κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἄετοι κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοί, πεντεκαιδεκαπήγεις τὸ μέγεθος. Ἐκεῖντο δὲ κλίναι σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόσωπον ὁμῖς ἀφείτ’ ἀναπεπταμένη. Ταύταις δ’ ἀμφίτατοι ἄλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἑρᾶς, καὶ περιστρώματα ποικίλα, διαπρεπῆ ταῖς τέχναις, ἑπὴν. Φιλὰὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραφίαν τῶν ἐνυφασμένων ἔχουσαι ζωδίων. Ἡχετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοί, διακόσιοι τὸν ἀριθμὸν, ὡστ’ εἶναι δύο κατὰ κλίνην, ἐπ’ ἀργυρῶν διέδρων. Ἐκ δὲ τῶν ὀπ. σθεν πρὸς τὴν ἀπολιν ἑκατὸν ἀργυραὶ λεκάναι, καὶ καταχύσιες ἴσαι, παρέκειντο. Ἐπεπῆγε δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλικίων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν γοῦσιν ἀνηκόντων κατασκευασμάτων ἕδυσιν· ἐν δὲ πάντα χρυσά· τε ἦν καὶ διὰλιζα, θυμαστὰ ταῖς τέχναις. Τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένῃ μακρὸν ἐπεμαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντ’ ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευὴν.