Ancient Greek
612.5
ARISTOBULUS, aristobulus_fhg3 612.5
Unproofread scanNot analysed yet
Διὰ τούτου τοῦ χρησμοῦ ἀποδείκνυται δέκα γενεὰς αὐτὴν κατ’ ἀνθρώπους γεγονέναι, καὶ μετὰ τὴν ἀναχώρησιν τὴν ἐκ τοῦ ζῆν, τῆς μὲν ψυχῆς κατὰ τὸν ἀέρα φερομένης καὶ προσπιπτούσης τοῖς (7) ὑπὸ τῶν ἀνθρώπων λαλουμένοις, παρασκευάσειν τὰς γιγνομένας κληδόνας διὰ τῶν λόγων, τοῦ δὲ σώματος ἀπάρου γενομένου τὰ μὲν ὄρνεα τῶν σαρχνῶν φαγόντα τὴν διὰ τῆς ὀρνιθοσκοπίας μαντείαν διασημαίνειν, τοῦ δὲ ὑπολοίπου μέρους εἰς τὴν γῆν σαπέντος καὶ τὰ κτήνη φαγόντα τῆς φυομένης πόας τὴν ἡπατοσκοπικὴν εἰς τὸν βίον εἰσάξειν τέχνην. Τὴν δὲ γενεὰν Σίβυλλα ἱστορεῖ ἐτῶν ἑκατὸν δέκα ἐν τῷ χρησμῷ τῷ πρὸς Ῥωμαίους περὶ τῶν αἰωνίων θεωριῶν, ἃ Ῥωμαῖοι σεκουλάρια καλοῦσι. Τῶν γὰρ συμμάχων αὐτῶν καὶ κοινωνῶν μὴ ἐμμενόντων ταῖς συνθήκαις, ἀλλὰ πυκνὰ μεταβαλλομένων καὶ πο-