Ancient Greek
614.2
ARISTOBULUS, aristobulus_fhg3 614.2
Unproofread scanNot analysed yet
ὡς ἤκει (ὡς εἶχεν Leopardi), ὅτι λᾶθρα τῶν γεννησάντων ἐφη παραγίνεσθαι πρὸς αὐτόν, τὰ τε ὑπολειμμένα ὑπὸ τῆς ἀνθρώπου, βουλόμενος ποιήσαι τὸ πρᾶγμα πιστόν, ἀνοίξας τὸν θῆσαυ, ἐξαιρεῖ, τὸν τε δακτύλιον τὸν χρυσοῦν ὃν ἐλαβε παρ’ αὐτῆς καὶ τὴν στηθοδερίδα ἣν ἀπολείψει τῇ πρότερον νυκτὶ. Ὡς δὲ εἶδεν ἡ Χαριτὼ τηλικαῦτα σημεῖα, ἀναβοᾶ καὶ διαρρήξασα ἑαυτῆς τὰ τε ἐνδύματα καὶ τὸ ἱμάτιον, ἀπὸ τε τῆς κεφαλῆς ρίψασα τὸν κεκρύφαλον, πεσοῦσά τε εἰς τὴν γῆν καὶ περιχυθεῖσα τοῖς γνωρίσμασι ἐξ ἀρχῆς ἐποίησε τὸ πένθος. Θεωρῶν δὲ ὁ ξένος τὸ γινόμενον καὶ πάντας ὄντας ὑπερπαθεῖς καὶ θρηνούτας, ὡςανεὶ νῦν μέλλοντας κατορύττειν τὴν ἄνθρωπον, συνεγείτο καὶ παρεκάλει δεόμενος παῦσασθαι, ἐπαγγελλόμενος ἐὰν παραγενηντα δεῖξαι αὐτήν. Ἡ δὲ πειθοῦσα καὶ ἐντειλαμένη αὐτῷ φροντίσαι μὴ παρέργως τῶν ἐπηγγελμένων ἀπελῦθη πρὸς αὐτήν. Νυκτὸς δὲ ἐπιγενομένης καὶ τῆς ὥρας οὔσης, καθ’ ἣν ἡ Φιλίννιον εἴωθε παραγίνεσθαι πρὸς αὐτόν, οἱ μὲν προσετήρουν εἰδῆσαι θέλοντες τὴν ἀφίξιν· ἡ δὲ ἦκεν. Εἰσελθοῦσά τε κατὰ τὸν εἰωθημένον καιρὸν καὶ καθεζομένη ἐπὶ τῇ κλίνῃ οὐδὲν προσποιηθεὶς ὁ Μαχάτης, ἐξετάσαι δὲ τὸ πρᾶγμα βουλόμενος, τὸ πλεῖον οὐ πιστεύων, εἰ νεκρὰ πλησιάζοι οὕτως ἐπιμελῶς παραγενομένη κατὰ τὸν αὐτὸν καιρόν, ἐτι δὲ δειπνοῦσα μετ’ αὐτοῦ καὶ συμπινοῦσα, ἀπίστως εἶχεν οἷς ἐκείνοι προῆγγελαν· ὅτω δὴ νεκρορύπτας τινὰς διωργύεναι τὸν τάφον καὶ πεπραχέναι τὰ ἱμάτια καὶ τὰ χρυσία τῷ πατρὶ τῆς ἀνθρώπου. Βουλόμενος οὖν τὴν ἀλήθειαν εἰδῆσαι, πέμπει τοὺς παῖδας λᾶθρα καλοῦντας αὐτούς. Ταχέως δὲ παραγενομένων τοῦ τε Δημοσράτου καὶ τῆς Χαριτοῦς, ἰδόντων τε αὐτὴν καὶ