Ancient Greek
63.3
ARISTOBULUS, aristobulus_fhg3 63.3
Unproofread scanNot analysed yet
«Ἐχόμενοι δὲ τούτων ἐπόμπευσαν οἱ τὰ χρυσώματα φέροντες, κρατήρας Λακωνικοὺς τέτταρας, ἔχοντας στεφάνους ἀμπελίνους. Τετραμέτρητοι ἕτεροι, Κορινθιουργεῖς δύο (οὗτοι δ’ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορνευμένα ζῷα, καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραι πρόσωπα, ἐπιμελῶς πεποιημένα· χωρεῖ δ’ ἕκαστος μετρητάς ὀκτὼ) ἐπ’ ἐγγυθήκαις. Καὶ ληνός, ἐν ᾧ ἦσαν βίκοι δέκα· δλκεῖα δύο, ἕκαστον χωροῦν μετρητάς πέντε· κώθωνες διμέτρητοι δύο (cf. fr. 5)· ψυκτήρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητάς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. Ἐπόμπευσαν δὲ τρίποδες χρυσοὶ μεγάλοι τέτταρες· καὶ