Ancient Greek
65.2
ARISTOBULUS, aristobulus_fhg3 65.2
Unproofread scanNot analysed yet
διαχίλιους, ἄλλοι χρυσοῦς καὶ ἀργυροὺς κρατῆρας ἐξήκοντα, καὶ ψήγματα χρυσίου. Μεθ’ οὓς ἐπόμπευσαν κυνηγοὶ δύο, ἔχοντες σίβυνας ἐπιχρύσους. Ἦγοντο δὲ καὶ κύνες διαχίλιοι τετρακόσιοι, οἱ μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. Ἐξῆς ἄνδρες ἑκατὸν πεντήκοντα, φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. Ἔπ’ ἐφέροντο ἐν ἀγγείοις ψιτταχοί, καὶ ταῦ, καὶ μελεαγρίδες, καὶ φασιανοὶ ὄρνιθες, καὶ ἄλλοι Αἰθιοπικοί, πλήθει πολλοί.