Ancient Greek
660.1
ARISTOBULUS, aristobulus_fhg3 660.1
Unproofread scanNot analysed yet
νοῦσαι τε ὄξυς, καὶ τὸ νοηθὲν ἐπιτελέσαι ταχύς. Οὗτος τοίνυν παρὰ τῶν ἀγγελλόντων πυθανόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἀρπάσαι **,καταγνοὺς τοῦ μὲν βαθυμίας, τοῦ δὲ δυσπραγίας τῶν πραγμάτων **. Ἄνεπειδε δὲ αὐτὸν ὄνειρατα τοιαύτην τινὰ ἐλπίδα ὑποσμαινόντα, χρησμοὺς τε καὶ ὅσα εἰς πρόγνωσιν τῶν μελλόντων σύμβολα φαίνεται, ἅπερ πάντα ἀλεεὴ καὶ ἀληθῆ τότε πιστεύεται, ὅταν εἰς τὴν ἀπόβασιν εὐτυχῇ. Τὰ μὲν οὖν πολλὰ εἰς τὸ ῥηθὲν αὐτὸς τε συγγράψας (συνέγραψεν ?Stephan.) ἐν τῷ καθ’ αὑτὸν βίῳ καὶ δημοσίας ἀνέθηκεν εἴσοσι. Τὸ δ’ οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινε, ὅναρ οὐδ’ ἡμῖν παραλειπτέον. Κατὰ γὰρ καιρὸν ὅν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχὴν, μετὰ τὸ προελθεῖν καὶ θύσαι ὁ Σεβήρος καὶ τὸν ὕπὲρ τῆς Περτίνακος βασιλείας ἄροχον ἀρωσίωσαι, ἐπανελθὼν εἰς τὴν οἰκίαν, ἐσπέρας καταλαβούσης, εἰς ὕπνον κατηργήθη, μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ὤφθη βλέπειν, φέροντα ἐποχούμενον τὸν Περτίνακα διὰ μέσης τῆς ἐν Ῥώμῃ ἱερᾶς ὁδοῦ. Ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν τῆς ἀγορᾶς ἐγένετο, ἔνθα ἐπὶ τῆς δημοκρατίας πρότερον ὁ δῆμος συνἰὼν ἐκκλησίαζεν, ὤφθη τὸν ἵππον ἀποσεῖσαι μὲν τὸν Περτίνακα καὶ βίμαι, αὐτῷ δὲ ἄλλως (ἄσσον ?)ἐστῶτι ὑποδῦναι τε αὐτὸν καὶ ἀράμενον ἐπὶ τοῖς νώτοις φέρειν τε ἀσφαλῶς καὶ στήναι βεβαίως ἐπὶ τῆς ἀγορᾶς μέσης, εἰς ὕψος ἄραντα τὸν Σεβήρον, ὡς ὑπὸ πάντων δράσθαι τε καὶ τιμᾶσθαι. Μένει δὲ καὶ εἰς ἡμᾶς ἐν ἐκείνῳ τῷ χωρίῳ ἢ τοῦ ὄνειρατος εἰκὼν μεγίστη χαλκοῦ πεποιημένη. Cf. de eodem somnio Dio Cass. LXXIV, 3. Alia somnia v. ibid. et ap. Spartian. in Vit. Severi c. 1. 3. 10. 22.