Ancient Greek
67.2
ARISTOBULUS, aristobulus_fhg3 67.2
Unproofread scanNot analysed yet
«Ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικαὶ καὶ πεζικαί, πᾶσαι καθοπλισμέναι θαυμασίως. Πεζοὶ μὲν ἐς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ διμύριοι τρισχίλιοι διακόσιοι. Πάντες δ’ οὗτοι ἐπόμπευσαν, τὴν ἀρμόζουσαν ἑκάστῳ ἡμμεσμένοι στολὴν, καὶ τὰς προσήκουσας ἔχοντες πανοπλίας. Ἐκτὸς δ’ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν, καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥάδιον· »Κατέλεξε δ’ αὐτὸν ὁ Καλλίξενος. «Ἐστεφανώθησαν δ’ ἐν τῷ ἀγῶνι καὶ στεφάνιος χρυσοῖς εἴκοσι· Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἴκοσι τρισὶν ἐφ’ ἀρμάτων χρυσῶν καὶ τιμῆνσιν ἐν Δωδώνῃ. Καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τάλαντα δια/ιλια διακόσια τριάκοντα ἐννέα, μναὶ πεντήκοντα· καὶ ταύτ’ ἠριθμήθη πάντα παρὰ τοῖς οἰκονόμοις, διὰ τὴν τῶν στεφανούντων προθυμίαν, πρὸ τοῦ τὰς θέας παρελθεῖν. Ὁ δὲ Φιλάδελφος Πτολεμαῖος, ὑὸς αὐτῶν, εἴκοσι χρυσίας, δυσὶ μὲν ἐφ’ ἀρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἐξαπήχει μὴχ, πενταπήχεσι πέντε, τετραπήχεσιν ἐξ. »Multa in his obscura sunt. Adli in- terpretes.