Ancient Greek
670.2
ARISTOBULUS, aristobulus_fhg3 670.2
Unproofread scanNot analysed yet
μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ὃ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσῃγορίαν Ἀλέξανδρον ἔθεντο. Ἀραχωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγγων ἡγεῖτο. Φίλιππῳ δὲ ἡν ἀρχὴ Σογδιανῶν καὶ Ῥαδαφέρνων (1. Ῥαταφέρνων) Ὑρκανίας καὶ Νεοπτολέμῳ (deb. Τηπτολέμῳ) Καρμανίας. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρόπιος (?)εἶχεν, οὐ πατρῴον ἔχων ἀρχήν, ἀλλὰ δόντος αὐτῷ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, ἐπαναστάσεως αἰτίαν φεύγοντι, παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς (ἐκείνους ?)αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε. Τοσούδε ἀριθμὸς ἐθνῶν τε καὶ ἐθνειῶν ἀρχόντων ἦν, ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρχὰς ἐνείμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν πολλοῖς, ὡς κἂν τούτοις| Ἀρριανῶ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων. De re v. Droysen. Hellenism. tom. I, p. 48 sqq.