Ancient Greek
672.7
ARISTOBULUS, aristobulus_fhg3 672.7
Unproofread scanNot analysed yet
η'. Ὅτι [οὐ] χρῆ ταῖς ἰδίασις ἀπροάσπειν ἀγομένους συνειναι ταῖς δυσχερείαις ἐπὶ τῶν πράξεων, ἀλλ' ἕως περ ἐστι τις ἀδεια, βουλὴ χρημένους τὸ βέλτιον αἱρεῖσθαι, μηδὲ σφαλέντας μεταμελείαν ἔχειν τοῦ γνωσθέντος. Ἁμαθία γὰρ οὐχ ἐπαινεῖται, διότι καὶ σφάλμεται· εὐδουλία τε ἄριστον, ἐπειδὴ ξυνεσίς ἐστι τοῦ μελλόντος· τὸ τε γὰρ συμφέρον λογισμῷ ἐπέγνω, καὶ τὸ ἐναντίον προμαθοῦσα ἐφυλάξατο. Αἱ δὲ ὀξεῖαι καὶ ἀπερίσκεπτοι ἐγχειρήσεις ταχεῖαι καὶ τὰς μεταμελείας ἤνεγχαν. Ἡ τε τῶν λόγων ἰσχύς, ἐλπίδων μὲν καὶ ἐπιθυμιῶν νικηθεῖσα, ἐς μὲν τὴν παραυτίκα πειθῶ εὐ συγχεῖσθαι ἔδοξεν, ἔργῳ δὲ οὐ συνήνεγκεν. Ὁρέγεται δὲ εἰρήνην μέν τοῦ εὐ γνῶναι, πόλεμος δὲ μάλιστα· κἂν τύχῃ μέν τοῦ προσήκοντος, ἐλάχιστα ἢ οὐδὲν ἂν σφάλλοιτο, διαμαρτὼν δὲ πλείστῳ καὶ παντὶ χρωτ' ἂν τῷ ἐναντίῳ. Παραινῶ δὲ τοῖς. . .