Ancient Greek
683.1
ARISTOBULUS, aristobulus_fhg3 683.1
Unproofread scanNot analysed yet
δειμνήστου μετασχεῖν, ἔργῳ δεῖκνυντας, ὡς καὶ ἐν ταῖς συμφοραῖς τὸ φρόνημα τῶν Ἀθηναίων οὐχ ἥττηται. Σύνθημα δὲ τοῦ πολέμου παῖδας καὶ τὰ φίλτατα ποιησάμενοι καὶ τὸ ταῦτα διασῴσασθαι, ἐς τὴν ἀντίστασιν συνταττώμεθα, θεοὺς ἐφόρους ἀρωγούς ἐπιχαλεσάμενοι. »Καὶ ὁ μὲν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀθηναῖοι τοῖς τε λεχθεῖσι πολὺ ἐπερρώσθησαν (δυνάτ' ἐς τὴν ἀντίστασιν τὰ εἰρημένα ),καὶ ἐπὶ τούτῳ ἐξηγείσθαι σφῶν αὐτῶν ἡξίου.