Ancient Greek
685.2
ARISTOBULUS, aristobulus_fhg3 685.2
Unproofread scanNot analysed yet
ἐλαχίστην προμηθείαν χρησάμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμουμένων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἥττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ’ ἐλπίδα χωρησάσαι λογισμῷ τε ἀσφαλεῖ καὶ περιούσιᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσμαχώτατοι τοῖς ἀντιπάλαις γένεσθαι. Σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον, καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐχ ἀπροσδόκητοι ἔφαμεν ἀλλὰ νῦν, ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ, οὐχ ὑπόστατοι ὑμῖν γενέσθαι. Κράτιστον δὴ τούτων εἶνεκα δι’ εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς δημοσίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ’ ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλεῖον ἔχειν πρὸς τοὺς ἐπιόντας. Εἰ δὲ ταῦτα ποιεῖν οὐδὲ κρίνοιτε, ὑπάρχειν ἡμῖν δίκαιον καὶ ὅσα ἐν χρυσῷ ἀσχήμου τε καὶ ἐπισήμου δόσεσι καὶ ἀργύρῳ παρ’ ὑμῶν ἐφοῖτα ἐπὶ φιλίας βεβαιοίτητι. Ἀπειπαμένων γάρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι, καθότι δυνατὸν πολεμήσομεν. »Πρὸς ταῦτα δ’ Ῥωμαίων βασιλεὺς ἔλεξεν ὡς· «Εἰ μὲν [μὴ] ἐς ἀφανές καθέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδάσκετε, οὐδ’ ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρεῖνετ’ ἂν τὴν ἀπόκρισιν. Ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, τῇ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ’ αὐθὶς πόλεμον ἐπαντεινομένων ὑμῶν, ὧν συγγεῖν ἐοίκατε ἐκάτερον ἐκ θητέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι γρὴ πρῶτον ἀποκριναμένους μὴ ἀμαρτάνειν. Ἀλλεῖπται