Ancient Greek
687.29
ARISTOBULUS, aristobulus_fhg3 687.29
Unproofread scanNot analysed yet
ἢ διὰττοντος ἀστέρος. )»Mai. αἱρετοῦ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέντες, οἱ δὲ καὶ ἐθέλοντες ἔχουσιιν στρατιὰν ὑποδύομενοι. Ὁ δὲ λοιπὸς Βανδύλων ὅμιλος ἐπ’ οἴκον ἐκομίζετο, παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἰστρὸν. Καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διεσῴθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλλογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνηρέθησαν σύμπαντες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων, οὐ μειῶς γεγόμενοι πεντακοσίων. Οἷα γὰρ διὰ φιλίας τῆς χώρας πορευόμενοι, καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαιρόντες κατὰ τινὰς αἰφνιδίους ἐπιδρομὰς προσέβαλλον γνώμῃ τοῦ ἄρχοντος, καὶ οὐκ ὀλίγα τῆς χώρας ἐκακούργουν. Καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι *. Οἱ δὲ λοιποὶ Βανδύλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ’ οἴκον. Βασιλεὺς δὲ Ῥωμαίων τὴν πλεῖστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ’ Ἰταλίαν. Καὶ διαλιπὼν οὐ μᾶλα συχνῶν ἡμερῶν, τὴν τε ἀμφ’ αὐτὸν τάξιν ἐταιριχὴν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμάχων ὅσοι ἦσαν Βανδύλων, καὶ τοὺς ὑμηρεῦειν αὐτῷ δοθέντας πᾶσας ἐπαγγόμενος, καὶ αὐτὸς ἐπὶ Ἰταλίαν ἐξῆλαυνε σπουδὴ διὰ τὴν τῶν Ἰουδούγων αὐδίας παρουσίαν.