Ancient Greek
715.3
ARISTOBULUS, aristobulus_fhg3 715.3
Unproofread scanNot analysed yet
20 Ὁ τοίνυν Δημήτριος ἀπολωθεὶς ὑπὸ τοῦ Ἀρσάκου, ὡς εἴρηται, καὶ καταλθὼν, βασιλεύει. Πτολεμαῖος δὲ ἀγανακτήσας, ὅτι τῷ Πηλουσίῳ προσέβαλεν ὁ Δημήτριος, ἀπὲ τῶν κατ' Αἴγυπτον πραγμάτων ἔχόμενος, πέμπει βασιλέα τῆς Ἀσίας Ἀλέξανδρον, ὡς υἱὸν Ἀλεξάνδρου, ὃς διὰ τὸ ὡς ἀγοραστὸς εἶναι νενομίσθαι τοῦ Πτολεμαίου, Ζαβινὲς ἐπεκλήθη πρὸς τῶν Σύρων. Συμβολῆς δὲ περὶ Δαμασκὸν γενομένης, ἡττηθεὶς ὁ Δημήτριος φεύγει εἰς Τύρον, κἄκει κωλυόμενος εἰσελθεῖν, πλοῖῳ ἐπιβάς κατεκόπη, βασιλεύσας πρὸ μὲν τῆς αἰχμαλωσίας ἔτη τρία, μετὰ δὲ τὴν κάθοδον ἔτη δ'.