Ancient Greek
716.2
ARISTOBULUS, aristobulus_fhg3 716.2
Unproofread scanNot analysed yet
22. Τοῦ τοίνυν Ἀντιόχου εἰς τὴν Ἀσπένδον ἔχων-ρήσαντος, ἄρχει ἀπὸ τῆς ρζ' Ὀλυμπιάδος ἔτους τοῦ πρώτου ὁ Κυζικηνὸς Ἀντίοχος. Τῷ δὲ δευτέρῳ ἔτει τῆς αὐτῆς Ὀλυμπιάδος κάτεισι πάλιν ἀπὸ τῆς Ἀσπέν-δου ὁ Ἀντίοχος· καὶ κρατεῖ μὲν αὐτὸς τῆς Συρίας, ὁ δὲ Κυζικηνὸς τῆς Κοίλης. Διαιρεθεῖσης δὲ τῆς ἀρχῆς, ὁ μὲν Γρυπὸς παρατείνει ἄχρι τῆς ἑκατοστῆς Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους, ἔτη μετὰ τὴν κάθοδον ἐπιζήσας δε-καπέντε, ὡς ἄρξαι τὰ πάντα εἴκοσι ἐξ, ἕνδεκα μὲν καὶ' ἑαυτὸν, πεντεκαίδεκα δὲ τῆς ἀρχῆς διηρημένης.